Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.319 Joseph. AJ 2.324 (English) >>Joseph. AJ 2.328

2.322Μωυσῆς δὲ ταύτῃ τοὺς Ἑβραίους ἀπήγαγεν, ἵνʼ εἰ μετανοήσαντες οἱ Αἰγύπτιοι διώκειν ἐθέλοιεν τιμωρίαν τῆς πονηρίας καὶ παραβάσεως τῶν ὡμολογημένων ὑπόσχοιεν, καὶ διὰ Παλαιστίνους, οὓς δυσμενῶς ἔχοντας κατὰ παλαιὰν ἀπέχθειαν οὖσαν ὁπωσοῦν ἐβούλετο λανθάνειν ἀπερχόμενος· ὅμορος γάρ ἐστι τῇ τῶν Αἰγυπτίων χώρᾳ· 2.323καὶ διὰ τοῦτο τὴν μὲν ἄγουσαν εἰς τὴν Παλαιστίνην οὐκ ἀνήγαγε τὸν λαὸν, ἀλλὰ διὰ τῆς ἐρήμου πολλὴν ἀνύσας ὁδὸν καὶ κακοπαθήσας ἠθέλησεν ἐμβαλεῖν εἰς τὴν Χαναναίαν· ἔτι τε καὶ διὰ τὰς ἐντολὰς τοῦ θεοῦ κελεύσαντος ἄγειν τὸν λαὸν εἰς τὸ Σιναῖον ὄρος ἐκεῖ ποιήσοντας τὰς θυσίας. 2.324καταλαβόντες δὲ τοὺς Ἑβραίους οἱ Αἰγύπτιοι εἰς μάχην παρεσκευάζοντο καὶ συνελαύνουσιν αὐτοὺς ὑπὸ πολυχειρίας εἰς ὀλίγον χωρίον· ἑξακόσια γὰρ αὐτοῖς ἅρματα εἵπετο σὺν ἱππεῦσι πεντακισμυρίοις καὶ ὁπλιτῶν μυριάδες ἦσαν εἴκοσι. τὰς δὲ ὁδοὺς ἀπεφράγνυσαν, αἷς φεύξεσθαι τοὺς Ἑβραίους ὑπελάμβανον, μεταξὺ κρημνῶν αὐτοὺς ἀπροσβάτων καὶ τῆς θαλάττης ἀπολαμβάνοντες· 2.325τελευτᾷ γὰρ εἰς αὐτὴν ὄρος ὑπὸ τραχύτητος ὁδῶν ἄπορον καὶ φυγῆς ἀπολαμβανόμενον. τοιγαροῦν ἐν τῇ εἰσβολῇ τῇ πρὸς θάλατταν τοῦ ὄρους τοὺς Ἑβραίους ἀπέφραττον τῷ στρατοπέδῳ κατὰ στόμα τοῦτο ἱδρυσάμενοι, ὅπως τὴν εἰς τὸ πεδίον ἔξοδον ὦσιν αὐτοὺς ἀφῃρημένοι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.319 Joseph. AJ 2.324 (English) >>Joseph. AJ 2.328

Powered by PhiloLogic